Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.65 Joseph. AJ 19.71 (English) >>Joseph. AJ 19.76

19.68δοκεῖν δὲ προσεποιεῖτο Κάλλιστος ἐπὶ θήρᾳ τῇ Κλαυδίου τὸν λόγον τοῦτον, ἔπειτα οὔτε Γάιος ὡρμηκὼς μεταχειρίσασθαι Κλαύδιον ἠνείχετο τῶν Καλλίστου προφάσεων οὔτε Κάλλιστος κελευσθείς που τὴν πρᾶξιν εὐκτὸν ὑπελάμβανεν κακουργῶν εἰς τοῦ δεσπότου τὰς ἐπιστολὰς οὐκ ἂν ἐκ τοῦ παραχρῆμα τὸν μισθὸν ἐκομίζετο. 19.69ἀλλὰ δὴ Κλαυδίῳ μὲν ἔκ τινος θείας δυνάμεως χρήσασθαι μανιῶν τῶν Γαΐου, Κάλλιστος προσποιήσασθαι χάριτος κατάθεσιν μηδαμῶς ὑπʼ αὐτοῦ γενομένης. 19.70

Τοῖς ἀμφὶ τὸν Χαιρέαν ὑπερβολαὶ τὸ καθʼ ἡμέραν ἦσαν ὀκνούντων πολλῶν οὐ γὰρ Χαιρέας ἔσται ἑκὼν εἶναι τοῦ πράσσειν ἀναβολὴν ἐποιεῖτο, πάντα καιρὸν ἐπιτήδειον τῇ πράξει νομίζων. 19.71καὶ γὰρ εἰς τὸ Καπετώλιον ἀνιόντα καὶ τὰς θυσίας ὑπὲρ τῆς θυγατρὸς ἐπιτελουμένας ὑπὸ τοῦ Γαΐου παρῆν πολλάκις καιρός, καὶ ὑπὲρ τῆς βασιλικῆς ἱστάμενον καὶ τῷ δήμῳ χρυσίου καὶ ἀργυρίου χρήματα διαρριπτοῦντα ὦσαι κατὰ κεφαλῆς, ὑψηλὸν δʼ ἐστὶ τὸ τέγος εἰς τὴν ἀγορὰν φέρον, ἐπί τε τῶν μυστηρίων ταῖς ποιήσεσιν συνίστατο· 19.72πάντων γὰρ αὐτὸν ἀπερίοπτον εἶναι προνοίᾳ τοῦ ἐν αὐτοῖς εὐπρεπῶς ἀναστραφησομένου καὶ ἀπογνώσει τοῦ ἐν ἐπιχειρήσει τινὶ γενέσθαι πιστεύοντα εἰ δὲ μηδὲν τίμιον ὡς τῶν θεῶν αὐτῷ δύναμιν τοῦ θανάτου παρατυγχάνειν, 19.73αὐτῷ δʼ ἂν ἰσχὺν ἐγγενέσθαι καὶ μὴ σιδηροφορουμένῳ διαχρήσασθαι τότε Γάιον. οὕτως εὐχῆς εἶχε τοὺς συνωμότας Χαιρέας δεδιὼς τοὺς καιροὺς μὴ διαρρυεῖεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.65 Joseph. AJ 19.71 (English) >>Joseph. AJ 19.76

Powered by PhiloLogic